Imágenes de páginas
PDF
EPUB

κοὐ ταῦτα ταύτῃ ξυνθανεῖν πεπρωμένα
ὡς δ', ἤν ποτ' ὄρνις ἡ περίκλυτος θάνῃ
φοίνιξ μονόζυξ, ἐκ τέφρας ἀνίσταται
νέα τις ὄρνις, τῇ πάροιθ ̓ ἴσον τέρας·
οὕτω σκότους ἥδ ̓ ἐκλυθεῖσ ̓ ἀνθρωπίνου
λείψει τόδ' εὖχος ἀνδρὶ γενναίῳ τινι,
ὃς τιμίου τῆσδ ̓ ἔκγονος σποδοῦ φανείς,
λαμπρός τις ἀστὴρ ὡς, ἴσον τιμώμενος,
αἰῶνα τὸν πάντ' ἔμπεδος σταθήσεται.

1824.]

ΠΟΡΤΙΑ. ΑΝΤΩΝΙΟΣ. ΣΥΛΩΚΟΣ.

ΠΟΡ. ΥΠΕΡΦΥΑ τιν ̓ εἰσάγεις δίκην, γέρον, ἀλλ ̓ ἔννομος γάρ ἐστιν, ἣν στείχεις, ὁδὸς, οὐ τῆσδέ σ ̓ οἷοί τ ̓ εἰργαθεῖν νόμοι πόλεως.-σὺ τῷδ ̓ ὑπόδικος, ἔμπορ', εἶ;

30

ΑΝΤ.
φησίν γ' ὅδε.
ΠΟΡ. καὶ ξυμβολαῖα ταῦτα συμβαλεῖν λέγεις ;
ΑΝΤ. λέγω ξυνέβαλον, οὐδ ̓ ἀπαρνοῦμαι τὸ μή.
ΠΟΡ. Ἑβραῖε, σοὶ δ ̓ οὖν τόνδ' ἐποικτείρειν πρέπον.
ΣΥΛ. τίς γάρ μ' ἀνάγκη; τοῦτό μοι σαφῶς φράσον.
ΠΟΡ. οὐκ ἐξ ἀνάγκης οἶκτος, ἀλλ ̓ εὔφρων ἔφυ,

στάζει δ' ὅπως ἀπ ̓ οὐρανοῦ χλωρὰ δρόσος 10
φίλῳ βρέχουσα τὴν ἔνερθ' αἶαν πότῳ.
δὶς δ ̓ ἐστὶ χρηστός· ἐξ ἴσου γὰρ ὠφελεῖ
τὸν δόντα, τὸν λαβόντα θ'· ὑψίστοις δ ̓ ἀεὶ
ὕψιστος ἐμπέφυκεν, εὐθρόνοις πλέον
πρέπων μοναρχοῖς ἢ στέφος χρυσήλατον
σκῆπτρον μὲν ἀρχῆς μαρτυρεῖ θνητοῦ κράτη,

The attribute to awe and majesty,

Wherein doth sit the dread and fear of kings:

But mercy is above this sceptred sway;

It is enthroned in the hearts of kings;
It is an attribute to God himself;

And earthly power doth then shew likest God's,
When mercy seasons justice. Therefore, Jew,
Though justice be thy plea, consider this,-
That in the course of justice, none of us
Should see salvation: we do pray for mercy,
And that same prayer doth teach us all to render
The deeds of mercy. I have spoke thus much,
To mitigate the justice of thy plea;

Which if thou follow, this strict court of Venice
Must needs give sentence 'gainst the merchant here.
Shy. My deeds upon my head! I crave the law,
The penalty and forfeit of my bond.

τιμῇ ξύνεδρος παντελεῖ τ ̓ ἐξουσίᾳ,

ἐν αἷς ἀνάκτων ἔμφοβον κεῖται σέβας·
οἶκτος δὲ κρείσσων τῆσδ ̓ ἔφυ σκηπτουχίας,
ἐν γὰρ τυράννων καρδίαις ἔχει θρόνον,
καὐτῷ ξύνεδρος ἐστιν ἐξ ἀρχῆς Θεῷ·
καὶ τηνικαῦτα πάντα τὰν θνητοῖς κράτη
μάλισθ' ὁμοῖα γίγνεται Θείῳ κράτει,
ὅταν ξὺν οἴκτῳ πλεῖστα συγκράθῃ δίκη.
σὺ δ ̓ οὖν, λέγων περ ἔνδικ ̓, εὖ τόδ ̓ ἐννόει,
ὅθ ̓ οὔνεκ ̓ οὐδεὶς ξὺν δίκῃ σωθήσεται,
ὅσοιπερ εἰσορῶμεν ἥλιον βροτοί·

20

ὅτ ̓ οὖν τὸ Θεῖον ἐν λιταῖς αἰτούμεθα νέμειν βροτοῖσιν οἶκτον, αἶδ ̓ ἡμᾶς λιταί πάντως διδάσκουσ ̓ οἶκτον ἀλληλοῖς νέμειν. 30 κἀγὼ, προφωνῶν ταῦτα, βούλομαι λόγων τῶν σῶν, Ἑβραῖε, τοὔνδικον παρηγορεῖν· οἷς ἂν ἐπίσπῃ, τήνδε τὴν σεμνὴν ἕδραν ψῆφον δικαίαν χρὴ κατ' ἐμπόρου φέρειν. ΣΥΛ. εἰς κρᾶτ ̓ ἐμαυτῷ τἄργα τἀμαυτοῦ πέσοι· οὗ γὰρ νόμος δίδωσιν αἰτοῦμαι τυχεῖν, τῶν ξυμβολαίων ἐνδίκου τιμήματος.

[blocks in formation]

John. How oft the sight of means to do ill deeds,
Makes deeds ill done! Hadest not thou been by,
A fellow by the hand of nature mark'd,

Quoted, and sign'd, to do a deed of shame,
This murder had not come into my mind:
But, taking note of thy abhorr'd aspect,
Finding thee fit for bloody villany,
Apt, liable, to be employ'd in danger,

I faintly broke with thee of Arthur's death;
And thou, to be endeared to a king,

Made it no conscience to destroy a prince.

Hub. My lord,—

John. Hadst thou but shook thy head, or made a pause,

When I spake darkly what I purposed;

Or turn'd an eye of doubt upon my face,

As bid me tell my tale in express words;

Deep shame had struck me dumb, made me break off,

And those thy fears might have wrought fears in me: But thou didst understand me by my signs,

And didst in signs again parley with sin;

Yea, without stop, didst let thy heart consent,

And, consequently, thy rude hand to act

ΙΩΑΝΝΗΣ ΤΥΡΑΝΝΟΣ. ΟΥΒΕΡΤΟΣ.

ΙΩΑΝ. ΩΣ καιρὸς ἔργων ἡνίκ ̓ ἂν παρῇ κακῶν
πείθει τὰ πλεῖστα ῥᾳδίως κακ ̓ ἔργα δρᾷν
ἐμοῦ γὰρ εἰ μὴ πλησίος παρῆσθα σὺ,
οὗπερ χαρακτὴρ ἐμπέφυκε σώματι,
σαφές τε σῆμ ̓, ὅ σ ̓ ἐξέδειξεν εὐτρεπῆ
τολμᾷν ἃ τοῖς τολμῶσιν αἰσχύνην φέρει,
οὐκ εἰς ἐμὴν φρέν ̓ οὗτος ἦλθεν ἂν φόνος·
τὸ σὸν δ ̓ ἀπεχθὲς ὄμμα τηρήσας ἐγὼ,
ἰδών σ ̓ ἄριστον αἵματος ξυνεργάτην,
καὶ παμπόνηρον, ἔν τε κινδύνοις θρασὺν,
λόγοισι κρυπτοῖς εὐλαβῶς ᾐνιξάμην,
πειρώμενός σου, παιδὸς Αρθούρου φόνον·
καὶ προσφιλῆ σὺ τὸν τυραννεύοντ ̓ ἔχειν
θέλων, ἀνεῖλες παῖδ ̓ ἑκὼν τυραννικόν.
ΟΥΒ. Ω δέσποτ

ΙΩΑΝ.

-Εἰ γὰρ εἰσάπαξ τὸ σὸν κάρα
ἔσεισας, ἢ τότ' ἠπόρησας, ἡνίκα

ἃ δρᾷν ἔμελλον εἶπον, ἀλλ ̓ οὐκ ἐμφανῶς,
ἢ πρός μ' ἔτεινας ὄμμαθ', ὡς ἀμηχανῶν,
κἄμ' ἠξίωσας ἃ ἔλεγον σαφῶς λέγειν,
ἄφθογγος εὐθὺς ἦν ἂν αἰσχύνης ὕπο,
ἀφεὶς τὰ τῶν πρὶν φροντίδων βουλεύματα,
τὸ σόν τε δεῖμα δεῖμ' ἐμοὶ παρεῖχεν ἄν.
σὺ δ ̓ εὖ ξυνήκας τἀμὰ, νευμάτων δία,
δι' ὧν σὸν αὖθις ἐξεσήμηνας λόγον
ἢ μὴν ἀτρέστῳ καρδίᾳ ξυνήνεσας,
κἄπειτ' ἔπραξας ἀγρίᾳ πρόφρων χερὶ,
τοὔργον τόδ', οὗπερ τοὔνομ ̓ ἐξειπεῖν μόνον

10

20

« AnteriorContinuar »