Imágenes de páginas
PDF
EPUB

ΝΕΦΕΛΑΙ.

Ιου τού·

ΣΤΡΕΨΙΑΔΗΣ.

*Ω Ζευ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον
Απέραντον· οὐδέποθ' ἡμέρα γενήσεται;
Καὶ μὴν πάλαι γ' ἀλεκτρυόνος ἤκουσ' ἐγώ.
Οἱ δ' οἰκέται ρέγκουσιν· ἀλλ' οὐκ ἂν πρὸ τοῦ.
̓Απόλοιο δῆτ', ὦ πόλεμε, πολλῶν οἵνεκα,
“Οτ' οὐδὲ κολάσ' ἔξεστί μοι τοὺς οἰκέτας.
Αλλ' οὐδ' ὁ χρηστὸς οὑτοσὶ νεανίας

[ocr errors]

Εγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται,

Εν πέντε σισύραις ἐγκεκορδυλημένος.

̓Αλλ' εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
Αλλ' οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

Ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν,

[ocr errors]

Δια τουτονὶ τὸν υἱόν. Ὁ δὲ κόμην ἔχων

* Ιππάζεται τε καὶ ξυνωρικεύεται

,

C

Ονειροπολεῖ θ ̓ ἵππους· ἐγὼ δ' ἀπόλλυμαι,
Ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας.

Οἱ γὰρ τόκοι χωροῦσιν. “Απτε, παῖ, λύχνον,
Κάκφερε τὸ γραμματεῖον, ἵν' ἀναγνῶ λαβὼν

Οπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.

сл

10

[blocks in formation]

Φέρ' ἴδω, τί ὀφείλω ; Δώδεκα μνᾶς Πασία.
Τοῦ δώδεκα μνᾶς Πασίᾳ; Τί ἐχρησάμην ;
Οτ' ἐπριάμην τὸν κοππατίαν. Οἴμοι τάλας,
Εἴθ' ἐξεκόπη πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Φίλων, ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.

ΣΤΡΕΨΙΑΔΗΣ,

Τοῦτ' ἔστι τουτὶ τὸ κακὸν ὅ μ' απολώλεκεν·
Ονειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια ;

,

ΣΤΡΕΨΙΑΔΗΣ.

25

Εμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ' ἐλαύνεις δρόμους.

Ατὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν ;

Τρεῖς μναι διφρίσκου καὶ τροχοῖν ̓Αμυνίᾳ.

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Απαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

ΣΤΡΕΨΙΑΔΗΣ.

Αλλ' ὦ μέλ' ἐξήλικας ἐμέ γ' ἐκ τῶν ἐμῶν.
Οτε καὶ δίκας ὤφληκα, χάτεροι τόκου
Ενεχυράσασθαί φασιν.

[blocks in formation]

Σὺ δ' οὖν κάθευδε· τα δὲ χρέα ταῦτ' ἔσθ' ὅτι

30

35

Ες τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.

Φεν.

Εἴθ' ὠφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς,
"Ητις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα·
Ἐμοὶ γὰρ ἦν ἀγροικος ἥδιστος βίος,
Εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

40

Βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. 45 Επειτ' ἔγημα Μεγακλέους τοῦ Μεγακλέους Αδελφιδῆν ἀγροικος ὢν ἐξ ἄστεως,

,

Σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
Ταύτην ὅτ' ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
*Οζων τρυγός, τρασιᾶς, ἐρίων περιουσίας,
̔Η δ' αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
Δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
Οὐ μὴν ἐρῶ γ' ὡς ἀργὸς ἦν, ἀλλ' ἐσπάθα.
Εγώ δ' ἂν αὐτῇ θοιμάτιον δεικνὺς τοδὶ
Πρόφασιν ἔφασκον, "Ω γύναι, λίαν σπαθᾷς.

ΘΕΡΑΠΩΝ.

Ελαιον ἡμῖν οὐκ ἔνεστ ̓ ἐν τῷ λύχνῳ.

ΣΤΡΕΨΙΑΔΗΣ.

Οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον ;
Δεῦρ' ἔλθ', ἵνα κλάῃς.

ΘΕΡΑΠΩΝ.

50

55

Διὰ τί δῆτα κλαύσομαι ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Οτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
Μετὰ ταῦθ ̓, ὅπως νῷν ἐγένεθ' υἱὸς οὗτοσί,
Εμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
Περὶ τοὐνόματος δὴ ἐντεῦθεν ἐλοιδορούμεθα·
Η μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

60

,

65

Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
Εγὼ δὲ τοῦ πάππου 'τιθέμην Φειδωνίδην.
Τέως μὲν οὖν ἐκρινόμεθ'· εἶτα τῷ χρόνῳ
Κοινῇ ξυνέβημεν καθέμεθα Φειδιππίδην.
Τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο,
Οταν σὺ μέγας ὢν ἅρμ ̓ ἐλαύνῃς πρὸς πόλιν,
"Ωσπερ Μεγακλέης, ξυστίδ ̓ ἔχων. Εγώ δ' ἔφην, το
Οταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φιλλέως,
"Ωσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.
Αλλ' οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
Αλλ' ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
Νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ,
Μίαν εὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ.
Ην ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
* Αλλ' εξεγείραι πρῶτον αὐτὸν βούλομαι.
Πῶς δήτ' ἂν ἡδιστ' αὐτὸν ἐπεγείραιμι; πῶς ;
Φειδιππίδη, Φειδιππίδιον.

75

[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

Μή μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
Οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.

85

Αλλ' εἴπερ ἐκ τῆς καρδίας μ' ὄντως φιλεῖς,

*Ω παί, πιθοῦ.

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Τί οὖν πίθωμαι δῆτά σοι ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Εκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
Καὶ μάνθαν' ἐλθὼν ἣν ἐγὼ παραινέσω.

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Λέγε δή, τί κελεύεις ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Καί τι πείσει ;

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Πείσομαι, 90

Νὴ τὸν Διόνυσον.

,

ΣΤΡΕΨΙΑΔΗΣ.

Δευρό νυν ἀπόβλεπε.

Ορᾷς τὸ θύριον τοῦτο καὶ τῷκίδιον ;

ΦΕΙΔΙΠΠΙΔΗΣ.

Ὁρῶ. Τί οὖν τοῦτ' ἐστὶν ἐτεόν, ὦ πάτερ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Ψυχῶν σοφῶν τοῦτ' ἐστὶ φροντιστήριον.
Ενταῦθ ̓ ἐνοικοῦσ ̓ ἄνδρες οἳ τὸν οὐρανὸν
Λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
Κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ ̓ ἄνθρακες.
Οὗτοι διδάσκουσ', ἀργύριον ἢν τις διδῷ,
Λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

Εἰσὶν δὲ τίνες ;

ΦΕΙΔΙΠΠΙΔΗΣ.

ΣΤΡΕΨΙΑΔΗΣ.

[blocks in formation]

Οὐκ οἶδ' ἀκριβῶς τοὔνομα· 100

« AnteriorContinuar »